Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 20.78 | Joseph. AJ 20.84 (English) | >>Joseph. AJ 20.89 |
20.81
ταῦτα ἀκούσας ὁ Πάρθος ἐπήρθη πρὸς τὸν πόλεμον , καὶ προφάσεως δικαίας μηδεμίαν ἀφορμὴν ἔχων τὰς ὑπὸ τοῦ πατρὸς αὐτῷ δοθείσας τιμὰς ἔπεμψεν ἀπαιτῶν , ἀπειθήσαντι δὲ πόλεμον κατήγγελλεν .
20.83ταράσσεται δὲ τὴν ψυχὴν οὐχὶ μετρίως ὁ Ἰζάτης , ὡς ἤκουσεν ταῦτα , κατάγνωσιν μὲν φέρειν αὐτῷ νομίσας τὸ τῶν δωρεῶν ἐξίστασθαι δοκεῖν διὰ φόβον τοῦτο πράξας .
20.84εἰδὼς δέ , ὅτι καὶ ἀπολαβὼν ὁ Πάρθος τὰς τιμὰς οὐκ ἂν ἠρεμήσειεν , ἔκρινεν ἐπιτρέψαι τῷ κηδεμόνι θεῷ τὸν ὑπὲρ τῆς ψυχῆς κίνδυνον ,
20.85καὶ τοῦτον μέγιστον ἡγησάμενος ἔχειν σύμμαχον κατατίθεται μὲν τὰ τέκνα καὶ τὰς γυναῖκας εἰς τὰ τῶν φρουρίων ἀσφαλέστατα , τὸν σῖτον δὲ πάντα μὲν τὸν εἰς τὰς βάρεις ἐμπίπρησιν τόν τε χόρτον καὶ τὰς νομάς , ταῦτά τε προευτρεπισάμενος ἐξεδέχετο τοὺς πολεμίους .
20.86παραγενομένου δὲ τοῦ Πάρθου μετὰ πολλῆς δυνάμεως πεζῶν τε καὶ ἱππέων θᾶττον ἐλπίδος , ὥδευσε γὰρ συντόνως , βαλλομένου τε χάρακα πρὸς τῷ ποταμῷ τῷ τὴν Ἀδιαβηνὴν καὶ τὴν Μηδίαν ὁρίζοντι , τίθησι καὶ ὁ Ἰζάτης τὸ στρατόπεδον οὐκ ἄπωθεν ἔχων περὶ αὐτὸν ἱππεῖς τὸν ἀριθμὸν ἑξακισχιλίους .
Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 20.78 | Joseph. AJ 20.84 (English) | >>Joseph. AJ 20.89 |